I, 5. [περὶ παροξυσμοῦ ἐπιληπτικῶν.] * ἀμβλύτητες, ἴλιγγοι,
τενόντων βάρεα, φλεβῶν ἐν τῷ τραχήλῳ πληρώσιες καὶ διατάσιες, ναυτία
τὰ πολλὰ μὲν ἐπὶ σιτίοις, οὐχ ἥκιστα δὲ καὶ ἐπ’ ἀσιτῃσι, καὶ βληχρή,
καὶ φλέγμα ἐμεῖται συχνόν · ἀποσιτίη καὶ ἀπεψίη ἐπὶ
σμικροῖσι ἐδέσμασι · φυσώδεες, ἐπηρμένοι ὑποχόνδρια. τάδε μὲν οὖν
διηνεκέα. ἢν δὲ πλησίον εἴδεος ᾖ τοῦ παροξυσμοῦ, κύκλῳ μαρμαρυγαὶ πρὸ
τῆς ὄψιος
πορφυρέων ἢ μελάνων, ἢ πάντων ὁμοῦ συμμεμιγμένων, ὡς δοκέειν τὴν ἐν
οὐρανῷ τετανύσθαι ἶριν. ἦχοι ὤτων, βαρυοδμί, ὀργίλοι, πικρόχολοι
παραλόγως · κατὲπεσον γοῦν τινὲς ὑπὸ προφάσιος, ἐξ ἀθυμίης ·
μετεξέτεροι δὲ ῥεύματι ποταμοῦ ἀτενὲες ἐνιδόντες, ἢ τροχῷ δινευμένῳ, ἢ
βέμβικι ἑλισσομένῃ · ἄλλοτε δὲ ὄσφρησις βαρεῶν ὀσμῶν κατέβαλε, ὥσπερ
γαγάτου λίθου. τοῖσδε μὲν οὖν ἐν τῇ κεφαλῇ τὸ κακὸν ἐστηρίχθη τε καὶ
ἐντεῦθεν πημανθὲν ἄρχεται · μετεξετέροισι δὲ καὶ ἀπὸ τῶν ποῤῥωτέρῳ τῆς
κεφαλῆς νεύρων, ὁκόσα ξυμπαθέα τῇ ἀρχῇ, γίγνεται. δάκτυλοι γοῦν μεγάλοι
χειρῶν ἢ ποδῶν ξυνέλκονται, καὶ πόνος καὶ νάρχη καὶ τρόμος
ἕπεται. καὶ ἐς κεφαλὴν τουτέων ἡ ὁρμὴ ἧκεν, ἢν ἕρπον τὸ κακὸν
εἰς τὴν
κεφαλὴν ἵκηται, πάταγος τουτέοισι γίγνεται ὡς ἀπὸ πληγῆς ἢ ξύλου, ἢ
λίθου. καὶ ἐξαναστάντες ἐκδιηγεῦνται, ὡς ὑπό τευ ἐξ ἐπιβουλῆς
παταχθέντες. ἥδε μέν τοίη ἀπάτη γίγνεται ὁκόσοισι τόδε πρῶτον τὸ κακὸν
ξυνέπεσε · οἷς δὲ ξύνηθες τὸ πάθος, ἢν ἐπίῃ μὲν ἡ νοῦσος, ἐς δάκτυλον
δὲ ἤδη ἀφίκηται, ἢ ἀπό τευ ἄρξηται, ξυνήθεας ἀρωγοὺς καλέουσι τοὺς
παρεόντας, προγνώσι τοῦ μέλλοντο ὑπ’ ἐμπειρίης · διασφίγγειν τε καὶ
ἀνακλάειν καὶ συντεὶνειν δέονται τὰ κατάρχοντα μέρεα · καὶ αύτοὶ δὲ
ἑωϋτέοισιν ἕλκουσι τὰ μέρεα, ὅκωσπερ τὴν νοῦσον ἐξαιρούμενοι · καὶ
σφέων ἡ τοιήδε ἐπικουρίη κοτὲ καὶ ἐς ἡμετέρην
σημασίην διώσατο.
πολλοῖσι δὲ φόβος ἐστὶ ὡς ἐπιόντος θηρίου, ἢ σκιῆς φαντασίη,
καὶ οὕτω κατέπεσον. ἐν δὲ τῇ σημασίῃ ἀναισθήτως μὲν κέεται ἄνθρωπος,
χεῖρες δέ οἱ σπασμῷ
ξυνέρχονται, σκέλεα οὐ διαπεπλεγμένα μοῦνον, ἀλλὰ τῇδε κᾀκεῖσε
βαλλόμενα αὐτοῖς ἀπὸ τῶν τενόντων. ἐσφαγμένοισι ταύροισι ἥδε ἰκέλη ἡ
ξυμφορή · αὐξὴν ἀγκύλος, κεφαλὴ ποικίλως διάστροφος · ἄλλοτε μὲν γὰρ ἐς
τὸ πρηνὲς τοξοῦται, εὖτε ἐς τὸ στέρνον ἡ γένυς ἐρείδει, ἄλλοτε δὲ ἐς τὸ
μετάφρενον ἀνακλᾶται, ὅκως τοῖς ἀπὸ τῆς κόμης ἑλκομένοισι βίῃ, εὖτε
ἔνθα ἢ ἔνθα ἐπὶ τοὺς ὤμους ἱζάνει. χάσκουσι μέγα, στόμα ξηρὸν,
γλῶσσα προμήκης, ὡς καὶ κίνδυνον τρώματος μεγάλου γίγνεσθαι,
ἢ ἀποτομῆς
· κοτὲ σπασμῳ ξυνερείσουσιν οἱ ὀδόντες, ὀφθαλμοὶ
ἐνδεδινημένοι,
βλέφαρα τὰ πολλὰ διέχοντα ξὺν παλμῷ · ἢν δὲ ἐπιμύσαι κοτὲ ἐθέλοιεν, οὐ
ξυμβάλλουσι τὰ βλέφαρα, ὡς καὶ τὰ λευκὰ ὁρῆσθαι ἐξ ὑποφάσιος. ὀφρύες
ἄλλοτε μὲν ἐς τὸ μεσόφρυον ἀνειμέναι, ὅκως τοῖς χαλεπαίνουσι, ἄλλοτε δὲ
ἐς τοὺς κροτάφους ἀπηγμέναι, πολλόν τι μᾶλλον, ὡς τὸ δέρμα περὶ τὸ
μέτωπον σφόδρα περιτετάσθαι καὶ τὰς τοῦ μεσοφρύου ῥυτίδας ἐξαληλίφθαι ·
μῆλα ἐρυθρὰ, παλλόμενα, χείλεα κοτὲ μὲν ἄμφω ἐς ὀξὺ μεμυκότα, ἄλλοτε
δὲ ἐς τὰ πλάγια ἀπηγμένα, εὖτε τοῖσι ὀδοῦσι περιτείνεται τοῖσι
μειδιῶσι ὁμοίως · ἐρύθημα μήλων. ἐν αὔξῃ δὲ τοῦ κακοῦ καὶ πελιδνότης
τοῦ προσώπου προσγίγνεται, ἀγγείων
τῶν ἐν τῷ αὐχένι διάτασις, ὡς ἐν πνιγὶ ἀφωνίη, ἀναισθησίη, καὶ εἰ μέγα
ἐμβοῇς · νυγμὸς δὲ καὶ στεναγμὸς ἡ φωνὴ, καὶ ἡ ἀναπνοὴ, καὶ ἡ
πνὶξ ὡς
ἀπαγχομένῳ · σφυγμοὶ σφοδροὶ καὶ ταχέες, καὶ σμικροὶ ἐν
τῇσι ἀρχῇσι ·
μεγάλοι δὲ καὶ βραδέες καὶ νωθροὶ ἐπὶ τῷ τέλει, ἄτακτοι δέ ἐς τὸ
ξύνολον · αἰδοίων ξύντασις. τάδε μὲν οὖν ἐς τέλος τῆς σημασίης
πάσχουσι. ἢν δὲ ἐς ἄφεσιν ἀφικνέωνται τοῦ κακοῦ, οὖρα
αὐτόματα, κοιλίης
περίπλυσις · μετεξετέροισι δὲ καὶ γονῆς ἀπόκρισις τῇ θλίψι καὶ πιέσι
τῶν ἀγγείων, ἢ γαργαλισμῷ τοῦ πόνου, καὶ ὑγρασίης προβλήσι. γίγνονται
γὰρ ἐν νεύροισι πόνοι καὶ τοῖσδε. στόμα δίϋγρον, φλέγμα πολλὸν, παχὺ
καὶ ψυχρὸν, καὶ εἰ ἕλκοις αὐτὸ, ἐπὶ μᾶλλον ἂν πλῆθος αὐτέου μηρύσαιο.
ἢν δὲ χρόνῳ μαχρῷ καὶ πόνῳ πολλῷ βρασθῇ μὲν τὰ ἔνδον τοῦ θώρηκος,
πνεῦμα δὲ ἐγκατειρχθὲν τὰ πάντα σείσῃ, σπασμὸς δὲ καὶ τάραχος τῶν
αἰτίων ἔῃ, κλύδων δὲ ὑγρῶν ἀναπλέῃ ἐς τὰς διαπνοὰς, στόμα καὶ ῥῖνα, σὺν
ὑγρῷ τὸ πνεῦμα, ἄνεσις δὴ τῆς πρόσθεν πνίξιος ἁπάντων ἔοικε.
ἀφρὸν
δὲ ἀποπτύουσι ὥσπερ ἐπὶ τοῖσι μεγάλοισι πνεύμασι ἡ θάλασσα τὴν ἄχνην ·
εὖτε καὶ ἐξανίστανται δῆθεν ὡς τελευτήσαντος τοῦ κακοῦ · ἐπὶ δὲ τῇ
ἀποπαύσι νωθροὶ τὰ μέλεα τὰ πρῶτα, καρηβαρικοὶ,
διαλελυμένοι, πάρετοι,
ὠχροὶ, δύσθυμοι, κατηφέες, καμάτῳ καὶ αἰσχύνῃ τοῦ δεινοῦ.
II, 3. [Περὶ σκοτωματικῶν.] Ἣν ζόφος τὰς
ὄψιας σχῇ, καὶ δῖνος ἀμφὶ τὴν κεφαλὴν ἑλίσσηται, καὶ ὦτα
βουβέῃ ὅκως ῥεόντων καναχηδὸν ποταμῶν, ἢ οἷον ἄνεμος ἱστίοισι
ἐγκυβερνέῃ, ἢ αὐλῶν, ἢ καὶ συρίγγων ἐνοπὴ, ἢ τρισμοῦ ἁμάξης ἰαχὴ,
ὀνομάζομεν σκότωμα
τὸ πάθος, κακὸν μὲν, κᾒν σύμπτωμα κεφαλῆς, κακὸν δὲ, κᾒν ἐκδιαδέξιος
κεφαλαίης, ἢ ἐξ ἑωυτέης χρονίου νούσου φύῃ. ἢν γὰρ τάδε μὲν μὴ
ἀπογίγνηται, μίμνῃ δε ἡ σκοτοδίνη,
ἢ χρόνῳ μακρῷ τελεωθῇ τοῖσι ἰδίοσι συμπτώμασι οὐ τινὸς ἀκεομένου, πάθος
τὸ σκότωμα
γίγνεται, ἐπ’
αἰτίῃ ὑγρῇ τε καὶ ψυχρῇ · ἀλλὰ καὶ ἀρχὴ παθέων ἄλλων, ἢν
ἐς
ἀνήκεστον τραπῇ, μανίης,
μελαγχολίης, ἐπιληψίης προσεπιγιγνομένων ἑκάστῃ τῶν ἰδίων
ξυμπτωμάτων · σκοτώματος
δὲ ἡ ἰδέα, βάρος τῆς κεφαλῆς, ὀφθαλμῶν μαρμαρυγαὶ ἐπὶ πολλῷ τῷ σκοτώδει
· ἀγνωσίη ἑωυτέων τε καὶ τῶν πέλας · καὶ ἢν ἐπ’ αὐξήσει ἡ νοῦσος
γίγνηται, τά τε γυῖα λύονται, καὶ ἕρπονται χαμαί · ναυτίη καὶ ἔμετος
φλέματος, ἢ χολωδέων, ξανθῶν, ἢ μελανῶν. εὖτε ἐπὶ μὲν ξανθῇ χολῇ,
μανίαι
γίγνονται · ἐπὶ δὲ τοῖσι μέλασι, μελαγχολίη · ἐπὶ δὲ τῷ φλέγματι, ἡ
ἐπιληψίη. πασῶν γὰρ ἥδε νούσων τροπή.
II, 4. [Περὶ ἐπιληψίης.]
Ποικίλον ἠδ'
ἀλλόκοτον
κακὸν ἡ ἐπιληψίη, θηριῶδες μὲν ἐν παροξυσμοῖσι καὶ κάτοξυ καὶ ὀλέθριον.
ἔκτεινε γάρ κοτε παροξυσμὸς εἷς · ἢν δὲ μελέτῃσι φέρῃ ὥνθρωπος, ζῇ μὲν
αἴσχεα καὶ ὀνείδεα καὶ ἄλγεα φέρων, ῥηϊδίως δὲ οὐκ ἂπεισι ἡ νοῦσος,
ἀλλὰ ἐν ἡλικίῃσί τε τισι κρείττοσι ἐνοικέει καὶ ὥρῃ τῇ ὡραίῃ.
ξυνδιαιτᾶταί τε παισὶ καὶ μειρακίοισι · ἐξηλάθη δέ κοτε ὑπ’ εὐτυχίης,
δι' ἄλλης ἡλικίης μέζονος, εὖτε τῷ κάλλει συνέξεισι τῆς ὥρης · ἀλλὰ καὶ
τότε μετεξετέρους αἰσχροὺς ἀποδείξασα, ἀπόλλυσι τοὺς παῖδας φθόνῳ τοῦ
κάλλεος, ἢ χειρὸς ἀκρασίῃ, ἢ προσώπου διαστροφῇ, ἢ πειρώσΐ τινὸς
αἰσθήσιος · ἢν δὲ φωλεύσῃ τὸ κακὸν ἐς ῥίζαν, οὔτε ἰητρῷ οὔτε ἡλικίης
μεταβολαῖς ἔξοδον πείθεται · ἀλλὰ ξυμβιοῖ μέσφι θανάτου. ποτὶ καὶ
ἐπίπονος ἡ νοῦσος σπασμοῖσι καὶ διαστροφῇσι μελέων τε καὶ ὄψιος.
ἔτρεψε δέ κοτε καὶ γνώμην ἐς μανίην. ἀτερπὴς μὲν ἡ τοῦ παροξυσμοῦ θέη,
αἰσχρὴ δὲ καὶ ἀπόλειψις αὐτέου, ἐπὶ ἀφόδῳ καὶ οὔροισι καὶ αὐτομάτῳ
κοιλίῃ. ἀλλὰ καὶ ἄδοξος ἡ ξυμμορφή · δοκέει γὰρ τοῖσι ἐς τὴν σελήνην ἀλιτροῖσι ἀφικνεῖσθαι ἡ νοῦσος · τοὔνεκεν ἱερὴν κικλήσκουσι τὴν πάθην ·
ἀτὰρ καὶ δι’ ἄλλας προφάσιας, ἢ μέγεθος τοῦ κακοῦ · ἱερὸν γὰρ τὸ μέγα · ἢ ἰήσιος οὐκ ἀνθρωπίης, ἀλλ' θείης, ἢ δαίμονος δόξης ἐς τὸν
ἄνθρωπον εἰσόδου, ἢ ξυμπάντων ὁμοῦ, τήνδε ἐκίκλησκον ἱερήν. ὁκόσα μὲν
οὖν ὡς ἐπὶ ὀξείῃ γίγνεται τῇ νούσῳ, πρόσθεν μοι λέλεκται · ἢν
δὲ ἐν χρόνῳ μίμῃ, οὐδὲ ἐπὶ τοῖσι διαλείμμασι ἀσινέες, νωθροὶ, ἄθυμοι,
κατηφέες, ἐξάνθρωποι, ἄμικτοι, οὐδὲ ἡλικίῃσι μειλίχιοι, ἄγρυπνοι,
δυσόνειροι πολλοῖσι ἀλλοκότοισι, ἀπόσιτοι, πέψαι κακοὶ, ἄχροοι,
μολιβδώδεες, δυσμαθέες νωθείῃ γνώμης τε καὶ αἰσθήσιος, βαρυήκοοι, ἦχοι,
βόμβοι ἀνὰ τὴν κεφαλήν · γλῶσσα ἀσαφὴς καὶ παράφορος · ἢ ὑπὸ τῆς
διαθέσιος τῆς νούσου, ἢ ὑπὸ τρωμάτων ἐν τῇσι καταλήψεσι, σπασμώδεες.
γλῶσσα μὲν στροφᾶται ἐν τῷ στόματι ποικίλως · ὑποτείνεται δέ κοτε καὶ
τὴν διάνοιαν ἡ νοῦσος, ὡς τὰ πάντα μωραίνειν · ἀτὰρ καὶ τοῖσδε αἰτίη
ξὺν ὑγρότητι ψύξις.
II, 5. [Περὶ μελαγχολίης.]
Μέλαινα χολὴ, ἐν
μὲν
ὀξέσι ἄνωθεν φανεῖσα, κάρτα ὀλέθριον · κάτω δὲ ἐξιοῦσα οὐ κάρτα
ἀνώλεθρον · ἑν δὲ τοῖσι χρονίοισι ἢν μὲν ὑπίῃ κάτω, ἐς δυσεντερίην καὶ
ἥπατος πόνον τελευτᾷ · γυναιξὶ δὲ κάθαρσις ἀντὶ τῶν ἐπιμηνίων, ἢν τὰ
ἄλλα ἀνώλεθροι ἔωσι · ἢν δὲ ἄνω ῥέπῃ ἐς στόμαχον, ἢ ἐς φρένας,
μελαγχολίην τεύχει. φῦσαν τε γὰρ ἐμποιέει καὶ ἐρυγὰς κακώδεας,
ιχθυώδεας · διαπέμπει δὲ καὶ κάτω φύσας ψοφώδεας, συντρέπει δὲ καὶ τὴν
γνώμην. διὰ τόδε καὶ μελαγχολικοὺς καὶ φυσώδεας τούσδε ἐκίκλησκον οἱ
πρόσθεν · μετεξετὲροισι δὲ οὔτε φῦσα οὔτε μέλαινα χολὴ ἐγγίγνεται ·
ὀργὴ δὲ ἄκρητος καὶ λύπη καὶ κατηφείη δεινή. καὶ τούσδε οὖν
μελαγχολικοὺς καλέομεν, χολὴς μὲν τῆς ὀργῆς συμφραζομένης · μελαίνης
δὲ,
πολλῆς καὶ θηριώδεος · τέκμαρ δὲ Ὅμηρος, ἔνθα φησὶ
Τοῖσι δ’ ἀνέστη
Ἥρως Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων
Ἀχνύμενος · μένεος δὲ μέγα φρένες ἀμφὶ μέλαιναι
Πίμπλαντ', ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην.
τοιοίδε γίγνονται οἱ
μελαγχολώδεες, εὖτ’ ἂν ὑπὸ τοῦ κακοῦ κτεινέωνται.
ἔστι δὲ ἀθυμίη ἐπὶ μιῇ φαντασίῃ, ἄνευ τε πυρετοῦ · δοκέει τε δέ μοι
μανίης τε ἔμεναι ἀρχὴ καὶ μέρος ἡ μελαγχολίη. τοῖσι μὲν γὰρ
μαινομένοισι ἄλλοτε μὲν ἐς ὀργὴν, ἄλλοτε δ’ ἐς θυμηδίην ἡ γνώμη
τρέπεται, τοῖσι δὲ μελαγχολῶσι ἐς λύπην καὶ θυμηδίην μοῦνον.
ἀτὰρ καὶ
μαίνονται μὲν ἐς τὰ πλεῖστα τοῦ βίου, ἀφρονέοντες καὶ δεινὰ καὶ αἰσχρὰ
πρήσσοντες · μελαγχολῶσι δὲ οὐκ ἐπὶ ἑνὶ εἴδεϊ ἕκαστοι · ἀλλ’ ἢ πρὸς
φαρμακίην ὕποπτοι, ἢ ἐς ἐρημίην φεύγουσι μισανθρωπίῃ, ἢ ἐς
δεισιδαιμονίην τρέπονται, ἢ μῖσός ἐστι τοῦ ζῆν τουτέοισι. ἢν δὲ ἐξ
ἀθυμίης ἄλλοτε καὶ ἄλλοτε διάχυσις γένηται, ἡδονὴ προσγίγνεται ἐπὶ
τοῖσι πλείστοισι · οἱ δὲ μαίνονται. ὃκως δὲ καὶ ἀπὸ κοίων χωρίων τὰ
πολλὰ γίγνονται φράσω. ἢν μὲν ἐν τοῖσι
ὑποχονδρίοισι μίμνῃ ἡ αὶτίη ἀμφὶ τὰς φρένας εἱλέεται, καὶ διεξίει χωλὴ
ἄνωθεν, ἢ κάτωθεν μελαγχῶλῇσιν · ἢν δὲ καὶ κεφαλὴν ἐς ξυμπαθείην ἄγῃ,
καὶ
ἀμείβεται τὸ παράλογον τῆς ὀξυθυμίης ἐς γέλωτα καὶ ἡδονὴν ἐς
τὰ πολλὰ
τοῦ βίου · οἱ δὲ μαίνονται αὔξῃ τῆς νούσου μᾶλλον ἢ ἄλγεϊ πάθεος · ἐπ’
ἀμφοῖν δὲ ξηρότης αἰτίη. ἄνδρες μὲν οὖν μαίνονται καὶ μελαγχολῶσι,
ἢ καὶ ἀνδρῶν ἐλάσσους · κάκιον δὲ ἀνδρῶν αἱ γυναῖκες ἐκμαίνονται ·
ἡλικίη, πρὸς ἀκμὴν, καὶ οἱ ἀκμάζοντες · ὥρη, θέρος μὲν καὶ φθινοπώρου
τίκτει, ἔαρ δὲ κρίνει. τεκμηρίων μὲν οὖν οὐκ ἄσημα. ἢ γὰρ
ἥσυχοι, ἢ στυγνοὶ, κατηφέες, νωθροὶ
ἔασι ἀλόγως, οὔ τινὶ ἐπ’ αἰτίῃ, μελαγχολίης ἀρχή. ἔτι δὲ καὶ ὀργίλοι
προσγίγνονται, δύσθυμοι, ἄγρυπνοι, ἐκ τῶν ὕπνων ἐκθορυβούμενοι
· ἔχει δὲ αὐτεους καὶ τάρβος ἔκτοπον, ἢν ἐς αὔξησιν τὸ νόσημα
φοιτῇ, εὖτε
καὶ ὄνειροι ἀληθέες, δειματώδεες, ἐναργωδέες. ὁκόσα γὰρ ὑπερεκτρέπονται
οὔπω οἷ κακοῦ, τόδε ἐνύπνιον ὁρέουσι ὥρμησε · πρὸς τὸ
ῥηΐδιον μεταγνῶναι εὔκολοι, αἰσχροὶ, σμικρολόγοι, ἄδωροι, καὶ μετ’ οὐ
πολὺ ἁπλοῖ, ἄσωτοι, πολύδωροι, οὐκ ἀρετῇ ψυχῆς, ἀλλὰ ποικιλίῃ νοσήματος
· ἢν δὲ ἐπὶ μᾶλλον τὸ κακὸν πιέζῃ, μῖσος, φυγανθρωπίη, ὀλόφυρσοι ἐς
κενεὰ, ζωῆς κακήγοροι · ἔρανται δὲ θανάτου. πολλοῖσι δὲ ἐς ἀναισθησίην
καὶ μώρωσιν ἡ γνώμη ῥέπει, ὄκως ἀγνῶτες ἁπάντων, ἢ ἐπιλήσμονες ἑωυτέων,
βίον ζώωσι ζωώδεα · ξυντρέπεται δὲ καὶ τοῦ σκήνεος ἐς πονηρὸν ἡ ἕξις ·
χροιὴ μελάγχλωρος, ἢν μὴ διεξίῃ κάτω ἡ χολὴ, ἀλλὰ ἀναχέηται ξὺν τῷ
αἵματι ἐς τὸ πᾶν · βοροὶ μὲν, ἰσχνοὶ δέ · ὕπνος γὰρ αὐτέοισι, οὔτε
πόσει οὔτε βρωτῷ συγκρατέει τὰ μέλεα · ἀγρυπνίη δὲ σκίδνησι ἐς τὴν ἔξω
φορήν · τοιγαροῦν κοιλίη ξηρὴ οὐδὲν διεῖσα. ἢν δέ κοτε ἐκδιδῷ, ξηρὰ,
στρογγύλα, ξὺν περιῤῥόῳ μέλανι, χολώδεα, οὖρα σμικρὰ, δριμέα, χολόβαφα
φυσώδεες καθ’ ὑποχόνδριον, ἐρυγαὶ κακώδεες, βρομώδεες, ὡς ἐξ ἁλὸς
ὀργεμίη · ἀνέπλω κοτὲ καὶ ὑγρὸν δριμὺ ξὺν χολῇ. σφυγμοὶ ὡς ἐπίπαν
σμικροὶ, νωθροὶ, ἀδρανέες, πυκνοὶ, ἴελοι τῷ ψύχει.
λόγος ὅτι τῶν
τοιῶνδέ τις ἀνηκέστως ἔχων, κούρης ἤρα τε καὶ τῶν ἰητρῶν οὐδὲν
ὠφελούντων, ὁ ἔρως μιν ἰήσατο · δοκέω δ’ ἔγωγε ἐρᾷν μὲν αὐτὸν ἀρχῆθεν ·
κατηφέα δὲ καὶ δύσφη μον, ἢ ὑπ’ ἀτυχίης τῆς κούρης
ἔμμεναι. καὶ
μελαγχολικὸν δοκέειν τοῖσι δημότῃσιν · οὗτος οὔτε μὴν ἦν ἔρωτα
ἐγγιγνώσκων · ἐπεὶ δὲ τὴν ἔρωτα ξυνῆψε τῇ κούρῃ, παύεται τῆς κατηφείης,
καὶ διασκίδνησι ὀργήν τε καὶ λύπην · χάρμῃ δὲ ἐξένηψε τῆς δυσθυμίης ·
καθίσταται γὰρ τὴν γνώμην ἔρωτι ἰητρῷ.
II, 6. [Περὶ μανίης.]
Μανίης τρόποι εἴδεσι μὲν μυρίοι, γένει δὲ μοῦνος εἷς · ἔκστασις γὰρ
ἐστι τὸ σύμπαν χρόνιος, ἄνευθεν πυρετοῦ · εἰ γὰρ κοτε καὶ πυρετὸς
ἐπιλάβοι, οὐκ ἀπὸ μανίης ἂν ἴδιος γίγνοιτο, ἀλλ’ ἐκ συντυχίης ἄλλης ·
ἐκφλέγει γὰρ καὶ οἶνος ἐς παραφονὴν ἐν μέθῃ · ἐκμαίνει δὲ καὶ τῶν
ἐδεστῶν μετεξέτερα, ἢ μανδραγόρη, ἢ ὑοσκύαμος, ἀλλ’ οὔ τί πω
μανίη
τάδε κικλήσκεται. ἐπὶ γὰρ σχεδίου γιγνόμενα καθίσταται θᾶττον · τὸ δὲ
ἔμπεδον ἡ μανίη ἴσχει · τῇδε τῇ μανίῃ οὐδέν τι ἴκελον ἡ λήρησις, γήραος
ἡ ξυμφορή. αἰσθήσιος γάρ ἐστι νύρκη, καὶ γνώμης νάρκωσις
ἥδε τοῦ νοῦ
ὑπὸ ψύξιος · μανίη δὲ θερμόν τι καὶ ξηρὸν τῇ αἰτίῃ, καὶ ταραχῶδες τῇσι
πρήξεσι · ἡ μὲν γὰρ λήρησις ἀρχομένη ἀπὸ γήραος οὔτε διαλείπει καὶ
ξυναποθνήσκει · μανίη δὲ καὶ διαλείπει καὶ μελεδῶνι ἐς τέλος ἀποπαύεται
· διάλειψις δὲ ἀτελὴς, ἢν τῷ τῆς μανίης λόγῳ γίγνηται, οὐκ εἰκοτως
ἀκεομένου τοῦ κακοῦ ἰητρίῃ, ἢ τῆς ὥρης εὐκρασίῃ. μετεξετέρους γὰρ
δοκέοντας ἀσινέας ἔμεναι, ἡ ὤρη τὸ ἔαρ, ἢ ἁμαρτωλὴ διαίτης, ἢ ὀργὴ ἐκ
συντυχίης ἐς ἀνάκλησιν ἤγαγε · καὶ γὰρ δὴ νοσέουσι οἱ φύσι ὀργίλοι,
ὀξύθυμοι, ῥέκται, εὐμαρέες, ἱλαροί, παιδιώδεες · ἀτὰρ καὶ οἷσι ἐς
ἐναντίην ἰδέην ἡ φύσις ῥέπει, ὁκόσοι νωθροὶ, ἐπίλυποι, βραδεῖς μὲν
ἐκμαθεῖν · ἐπίμονοι δὲ προσκαμεῖν, ποτὶ καὶ μαθόντες, ἀμνήμονες, οἵδε
καὶ μελαγχολῆσαι ἑτοιμότεροι · οἱ δὲ καὶ πρόσθεν ἐκμαίνονται, ἀτὰρ καὶ
ἡλικίης οἷσι τὸ θερμὸν καὶ αἷμα πουλὺ, οἵδε μαίνονται. τοῖσι ἀμφι ἣβην
καὶ νέοισι καὶ οἷσι πάντων ἡ ἀκμή ·
ὁκόσοισι δὲ τὸ δερμὸν ἐκ μελαίνης
χολῆς ἐξάπτεται, τὸ τε εἶδος ἐς ξηρὸν τρέπεται, τουτέοισι μελαγχολῆσαι
ῥήϊστον · δίαιτα δὲ ἄγει, πουλυφαγίη, πλεσμονὴ ἄμετρος, μέθη, λαχνείν,
ἔρωτες ἀφροδισίων · ἐμάνησάν κοτε καὶ γυναῖκες ὑπὸ ἀκαθαρσίης τοῦ
σκήνεος. εὖτε αὐτέῃσι ἀπηνδρώθησαν αἱ μῆτραι · ἄλλαι δὲ, οὐ μᾶλλον δὲ
ῥηϊδίως ἐκμαίνονται · μάλα δὲ χαλεπῶς ἐκμαίνονται. αἵδε αἱ προφάσιες.
καὶ γὰρ ἄνδρα ἐξάπτουσι, ἢν ξυνήθη αἵματος ἔκκρισιν, ἢ χολῆς, ἢ ἱδρῶτος
ἐπίσχῃ τὶς αἰτίη · καὶ οἷσι μὲν ἡδονὴ ᾖ ἡ μανίη, γελῶσι, παίζουσι,
ὀργῶνται νυκτὸς καὶ ἡμέρης, καὶ ἐς ὀργὴν ἀμφαδὸν, καὶ ἐστεμμένοι κοτὲ
ὅκως ἐξ ἀγωνικῆς νικηφόροι ἔασιν · ἄλυπος τοῖσι μέλας ἡ ἰδέη ·
μετεξέτεροι δὲ ὑπὸ ὀργῆς ἐκμαίνονται. ἔσθ’ ὃτε ἐσθῇτας τε ἐῤῥήξαντο,
καὶ θεράποντας ἀπέκτειναν, καὶ ἑωυτέοισι χεῖρας ἐπήνεγκαν · ἥδε καὶ
τοῖς πέλας οὐκ ἀκίνδυνος ἡ ξυμφορή ·
ἰδέαι δὲ μυρίαι, τοῖσι μὲν γε
εὐφυέσι τε
καὶ εὐμαθέσι ἀστρονομίη ἀδιδακτος, φιλοσοφίη αὐτομάτη, ποίησις
δῆθεν
ἀπὸ μουσέων. ἴσχει γάρ τι καὶ ἐν νούσοισι εὔχρηστον ἡ εὐπαιδευσίη ·
τοῖσι δὲ ἀπαιδεύτοισι ἀχθοφορίη, πηλοεργίη, τέκτονες, ἢ λιθοξόοι ·
γίγνονται δὲ καὶ ἀλλόκοτοι φαντασίαι. ἐδεδίει γάρ τις ληκύθων
ἔκπτωσιν καὶ ἄλλος οὐκ ἔπινε, δοκέων ἑωυτὸν πλίνθον ἔμεναι, ὡς
μὴ τῷ
ὑγρῷ λυθείη. μυθολογέεται δὲ καὶ
τόδε · τέκτων ἤδη ἐπὶ οἴκου μὲν σαόφρων ἐργάτης ἦν,
μετρῆσαι ξύλον, κόψαι, ξύσαι, ξυγγομφῶσαι, ἁρμόσαι, ξυντελέσαι δόμον
νηφαλέως, τοῖσι ἐργοδότῃσι ὁμιλῆσαι, ξυμβῆναι, ἀμεῖψαι τὰ ἔργα μισθοῦ
δικαίου. ὁ δὲ ἐπὶ μὲν τοῦ χωρίου τοῦ ἔργου ὧδε εἶχε γνώμης ·
ἢν δὲ ἐξίῃ
κοτὲ ἐς ἀγορὴν, ἐπὶ λουτρὸν, ἢ τιν' ἑτέρην ἀνάγκην, τιθεὶς τὰ ὅπλα
πρῶτον ἔστενεν, εἶτα ἐπῆγεν ὤμῳ ἐξιών · ἐπὴν δὲ ἀπῆλθε τῆς τε τῶν
οἰκετῶν θέης καὶ τῆς τοῦ ἔργου πρήξιος καὶ τοῦ χωρίου, πάμπαν
ἐξεμαίνετο · κᾒν παλινδρομήσῃ ταχὺ, αὖθις ἐσωφρόνεε. καὶ ἥδε τοῦ χωρίου
καὶ τῆς γνώμης ἡ ἀμβολή. ἴσχουσι δὲ τὴν αἰτίην τοῦ
νοσήματος κεφαλὴ καὶ ὑποχόνδρια, ἄλλοτε μὲν
ἅμα ἄμφω ἀρξάμενα, ἄλλοτε δὲ ἀλλήλοισι ξυντιμωροῦντα · τὸ δὲ κῦρος ἐν
τοῖσι σπλάγχνοισί ἐστι ἐπί μανίῃ καὶ μελαγχολίῃ, ὅκωσπερ ἐν τῇ κεφαλῇ
καὶ τοῖσι αἰσθήσεσι τὰ πολλὰ τοῖσι φρενιτικοῖσι. οἵδε μὲν γὰρ
παραισθάνονται, καὶ τὰ μὴ παρεόντα ὁρέουσι δῆθεν ὡς παρεόντα, καὶ τὰ μὴ
φαινόμενα ἄλλω κατ' ὄψιν ἰνδάλλεται · οἱ δὲ μαινόμενοι ὁρέουσι μόνως ὡς
χρὴ ὁρῇν · οὐ γιγνώσκουσι δὲ περὶ αὐτέων ὡς χρὴ γιγνώσκειν. ἤν οὖν μέγα
ᾖ τὸ κακὸν, εὐκίνητοι, ὀξέες τὴν αἴσθησιν, ὕποπτοι,
ὀργίλοι, οὐκ ἐπ’ αἰτίῃ τινὶ, δύσθυμοι μὲν ἀλόγως, οἷσι ἐς σκυθρωπὸν ἡ
μανίη τρέπεται · οἷσι δὲ ἐς θυμηδίην, εὔθυμοι · ἀλλοι δὲ παραλόγως
ἄγρυπνοι, ἄμφω ἀλλοιώδεες τὰς ὄψιας, κεφαλαλγέες, ἢ πάντως γε βάρος τῆς
κεφαλῆς ξύνεστι · εὐήκοοι δὲ, ἀλλὰ βράδιστοι τὴν γνώμην. ἐπ’ ἐνίοσι γὰρ
ἔασι ἰδίῃ, ἦχοι ὤτων, καὶ βόμβοι, μέχρι δή γε σαλπίγγων τε καὶ αὐλῶν ·
ἢν
ἐς αὔξησιν ἡ νοῦσος γίγνηται, φυσώδεες, ἀσώδεες, βοροὶ καὶ λάβροι ἐν τῇ
ἐδωδῇ · ἀγρυπνέουσι γάρ · ἀγρυπνίη δὲ βορόν · ἀτὰρ οὐδὲ ἰσχνοὶ ὡς
νοσέοντες · μελαγχολώντων μᾶλλον εὐσαρκίη · καὶ ὕπωχροι. ἢν δέ τι τῶν
σπλάγχνων ἐν φλεγμασίῃ ᾖ γεγονὸς, τὴν ὄρεξιν ἢ τὴν θρέψιν ἀμβλύνει ·
ὀφθαλμοὶ κοῖλοι, οὐ σκαρδαμύττοντες · πρὸ τῶν ὀφθταλμῶν
ἰνδάλματα
κυάνεα, ἢ μέλανα, οἶσιν ἐς μελαγχολίην ἡ τροπή · ἐρυθρότερα δὲ ἐς
μανίην, καὶ φοινίκεα φαντάσματα, πολλοῖσι μὲν ὡς ἀπαστράπτοντος πυρὸς,
καὶ τάρβος αὐτεους ὡς ἀπο σκηπτοῦ λαμβάνει · μετεξετέροισι δὲ καὶ
ἐνέρυθροι καὶ ὕφαιμοι ὀφθταλμοί. ἐπὶ κορυφῆς δὲ τοῦ κακοῦ ὀνειρώττουσι
· ἀφροδισίων δὲ ἄσχετος ἐπιθυμίη,
ἀτὰρ οὐδὲ ἐς τὸ ἄμφαδον αἰδὼς ἢ ὄκνος ὁμιλίης · νουθεσίῃ δὲ καὶ
ἐπιπλήξει ἐς ὀργὴν ἐκριπισθέντες ἐς τὸ πάν ἐκμαίνονται.
τοὐντεῦθεν
ἄλλος ἄλλῃ μαίνεται · οἱ μὲν θέουσι ἀσχέτως, οὔτε ὅπως εἰδότες ἐς ταὐτὰ
παλινδρομένουσι · οἱ δὲ ἐς δηρὸν τοῖσι πέλας ἀφικνέοται · ἄλλοι δ’ αὖ
βοῶσι ὀλοφυρόμενοι ἁρπαγὴν, ἢ βίην. οἱ δὲ φυγανθρωπεύουσι ἐς ἐρημίην,
σφίσι αὐτέοισι ὁμιλέοντες. ἢν δὲ ἐπ’ ἄνεσιν ἤκοιεν τοῦ κακοῦ, νωθροὶ,
ἥσυχοι, ἐπίλυποι. ἐς
ἐπιστασίην γὰρ τῆς νούσου ἀφικνεόμενοι ἄχθονται τῇ ξυμφορῇ.
Μανίης εἶδος ἕτερον.
Τέμνονταί τινες τὰ μέλεα, θεοῖς ἰδίοις, ὡς ἀπαιτοῦσι χαριζόμενοι
εὐσεβεῖ φαντασίῃ · καὶ ἔστι τῆς ὑπολήψιος ἡ μανίη μοῦνον, τὰ δὲ ἄλλα
σωφρονέουσι. ἐγείρονται δὲ αὐλῷ καὶ θυμηδίῃ, ἢ μέθῃ, τῶν
παρεόντων
προτροπῇ. ἔνθεος ἥδε ἡ μανίη · κᾒν ἀπομένωσι, εὔθυμοι, ἀκηδέες, ὡς
τελεσθέντες τῷ θεῷ, ἄρχοοι δὲ καὶ ἰσχνοὶ, καὶ ἐς μακρὸν ἀσθενέες πόνοις
τῶν τρωμάτων. |